Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.332 Joseph. AJ 8.336 (English) >>Joseph. AJ 8.341

8.335

Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν Ἄχαβος καὶ ἤρετο μετʼ ὀργῆς, εἰ αὐτὸς εἴη τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. δʼ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δʼ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους. 8.336νῦν μέντοι γε ἀνελθόντα ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας. 8.337ὡς δὲ συνέδραμον πάντες εἰς τὸ προειρημένον ὄρος Ἀχάβου διαπέμψαντος, σταθεὶς αὐτῶν προφήτης Ἠλίας μεταξύ, μέχρι πότε διῃρημένους αὐτοὺς τῇ διανοίᾳ καὶ ταῖς δόξαις οὕτως βιώσειν ἔφασκε· νομίσαντας μὲν γὰρ τὸν ἐγχώριον θεὸν ἀληθῆ καὶ μόνον ἕπεσθαι τούτῳ καὶ ταῖς ἐντολαῖς αὐτοῦ παρῄνει, μηδὲν δὲ τοῦτον ἡγουμένους ἀλλὰ περὶ τῶν ξενικῶν ὑπειληφότας ὡς ἐκείνους δεῖ θρησκεύειν αὐτοῖς συνεβούλευε κατακολουθεῖν. 8.338τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτʼ ἀποκριναμένου ἠξίωσεν Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα· γενομένου γὰρ τούτου μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.332 Joseph. AJ 8.336 (English) >>Joseph. AJ 8.341

Powered by PhiloLogic